1καὶ ἐπορεύθη Σαμψων εἰς Γάζαν καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἐπορεύθη Σαμψων ἐκεῖθεν εἰς Γάζαν καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν
2καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες ἥκει Σαμψων ὧδε καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ’ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως διαφαύσῃ ὁ ὄρθρος καὶ φονεύσωμεν αὐτόν καὶ ἀπηγγέλη τοῖς Γαζαίοις λέγοντες ἥκει Σαμψων ἐνταῦθα καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐπὶ τῆς πύλης τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως φωτὸς πρωὶ μείνωμεν καὶ ἀποκτείνωμεν αὐτόν
3καὶ ἐκοιμήθη Σαμψων ἕως μεσονυκτίου καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπ’ ὤμων αὐτοῦ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκεῖ καὶ ἐκοιμήθη Σαμψων ἕως τοῦ μεσονυκτίου καὶ ἀνέστη περὶ τὸ μεσονύκτιον καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως καὶ τῶν δύο σταθμῶν καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἐπέθηκεν ἐπὶ τῷ ὤμῳ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ὅ ἐστιν ἐπὶ πρόσωπον Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκεῖ
4καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησεν γυναῖκα ἐν Αλσωρηχ καὶ ὄνομα αὐτῇ Δαλιδα καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠγάπησεν γυναῖκα ἐπὶ τοῦ χειμάρρου Σωρηχ καὶ ὄνομα αὐτῇ Δαλιλα
5καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ σατράπαι τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἐστιν ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα πρὸς αὐτὸν καὶ δήσομεν αὐτὸν ὥστε ταπεινῶσαι αὐτόν καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου
6καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἀνάγγειλόν μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε
7καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευρέαις ὑγραῖς μὴ διεφθαρμέναις καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ ἠρημωμέναις καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων
8καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς καὶ ἀνήνεγκαν αὐτῇ οἱ σατράπαι τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ ἠρημωμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς
9καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ εἶπεν αὐτῷ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν τὰς νευρέας ὡς εἴ τις ἀποσπάσοι στρέμμα στιππύου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ καὶ τὸ ἔνεδρον αὐτοῦ ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ εἶπεν πρὸς αὐτόν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέρρηξεν τὰς νευράς ὃν τρόπον διασπᾶται κλῶσμα τοῦ ἀποτινάγματος ἐν τῷ ὀσφρανθῆναι πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ
10καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἰδοὺ παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ νῦν οὖν ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ
11καὶ εἶπεν πρὸς αὐτήν ἐὰν δεσμεύοντες δήσωσίν με ἐν καλωδίοις καινοῖς οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων καὶ εἶπεν πρὸς αὐτήν ἐὰν δεσμῷ δήσωσίν με ἐν ἑπτὰ καλωδίοις καινοῖς ἐν οἷς οὐκ ἐγενήθη ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων
12καὶ ἔλαβεν Δαλιδα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμιείου καὶ εἶπεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡς σπαρτίον καὶ ἔλαβεν αὐτῷ Δαλιλα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ εἶπεν πρὸς αὐτόν οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ τὸ ἔνεδρον ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ διέσπασεν αὐτὰ ἀπὸ τῶν βραχιόνων αὐτοῦ ὡς ῥάμμα
13καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδῆ ἀπάγγειλον δή μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν πρὸς αὐτήν ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων ἕως νῦν παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν πρὸς αὐτήν ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου μετὰ τοῦ διάσματος καὶ ἐγκρούσῃς ἐν τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ ἔσομαι ἀσθενὴς ὡς εἷς τῶν ἀνθρώπων
14καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβεν Δαλιδα τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ διάσματι καὶ ἔπηξεν τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ εἶπεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξῆρεν τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου καὶ ἐκοίμισεν αὐτὸν Δαλιλα καὶ ἐδιάσατο τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ μετὰ τῆς ἐκτάσεως καὶ κατέκρουσεν ἐν τοῖς πασσάλοις εἰς τὸν τοῖχον καὶ εἶπεν πρὸς αὐτόν οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξέσπασεν τοὺς πασσάλους σὺν τῷ ὑφάσματι ἐκ τοῦ τοίχου καὶ τὸ δίασμα καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ
15καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων πῶς λέγεις ἠγάπηκά σε καὶ οὐκ ἔστιν ἡ καρδία σου μετ’ ἐμοῦ τοῦτο τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ εἶπεν πρὸς αὐτὸν Δαλιλα πῶς ἐρεῖς ἠγάπηκά σε καὶ ἡ καρδία σου οὐκ ἔστιν μετ’ ἐμοῦ τοῦτο τρίτον παρελογίσω με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη
16καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν τοῖς λόγοις αὐτῆς ὅλην τὴν νύκτα καὶ παρηνώχλησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως εἰς θάνατον
17καὶ ἀνήγγειλεν αὐτῇ τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου ὅτι ἅγιος θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου ἐὰν οὖν ξυρήσωμαι ἀποστήσεται ἀπ’ ἐμοῦ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι καὶ ἀπήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ εἶπεν αὐτῇ ξυρὸν οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλήν μου ὅτι ναζιραῖος θεοῦ ἐγώ εἰμι ἐκ κοιλίας μητρός μου καὶ ἐὰν ξυρήσωμαι ἀποστήσεται ἀπ’ ἐμοῦ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι κατὰ πάντας τοὺς ἀνθρώπους
18καὶ εἶδεν Δαλιδα ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν τοὺς ἄρχοντας τῶν ἀλλοφύλων λέγουσα ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο ὅτι ἀπήγγειλέν μοι τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοφύλων λέγουσα ἀνάβητε τὸ ἅπαξ ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῖς χερσὶν αὐτῶν
19καὶ ἐκοίμισεν Δαλιδα τὸν Σαμψων ἐπὶ τὰ γόνατα αὐτῆς καὶ ἐκάλεσεν ἄνδρα καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ἤρξατο ταπεινῶσαι αὐτόν καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ’ αὐτοῦ καὶ ἐκοίμισεν αὐτὸν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐκάλεσεν τὸν κουρέα καὶ ἐξύρησεν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ καὶ ἤρξατο ταπεινοῦσθαι καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ’ αὐτοῦ
20καὶ εἶπεν Δαλιδα ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτοῦ καὶ εἶπεν αὐτῷ Δαλιλα οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ἐξελεύσομαι καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτινάξομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι κύριος ἀπέστη ἀπ’ αὐτοῦ
21καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου καὶ ἐπελάβοντο αὐτοῦ οἱ ἀλλόφυλοι καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ κατήγαγον αὐτὸν εἰς Γάζαν καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς
22καὶ ἤρξατο θρὶξ τῆς κεφαλῆς αὐτοῦ βλαστάνειν καθὼς ἐξυρήσατο καὶ ἤρξατο ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ἀνατεῖλαι ἡνίκα ἐξυρήθη
23καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θῦσαι θυσίασμα μέγα τῷ Δαγων θεῷ αὐτῶν καὶ εὐφρανθῆναι καὶ εἶπαν ἔδωκεν ὁ θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψων τὸν ἐχθρὸν ἡμῶν καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων συνήχθησαν τοῦ θῦσαι θυσίαν μεγάλην Δαγων τῷ θεῷ αὐτῶν καὶ τοῦ εὐφρανθῆναι καὶ εἶπαν παρέδωκεν ὁ θεὸς ἡμῶν ἐν χειρὶ ἡμῶν Σαμψων τὸν ἐχθρὸν ἡμῶν
24καὶ εἶδαν αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν ὅτι παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν καὶ ὃς ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν καὶ εἶδεν αὐτὸν ὁ λαὸς καὶ ᾔνεσαν τοὺς θεοὺς αὐτῶν καὶ εἶπαν παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν καὶ τὸν ἐξερημοῦντα τὴν γῆν ἡμῶν ὅστις ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν
25καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν καὶ εἶπαν καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακῆς καὶ παιξάτω ἐνώπιον ἡμῶν καὶ ἐκάλεσαν τὸν Σαμψων ἀπὸ οἴκου δεσμωτηρίου καὶ ἔπαιζεν ἐνώπιον αὐτῶν καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων καὶ ἐγένετο ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν καὶ εἶπαν καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακῆς καὶ παιξάτω ἐνώπιον ἡμῶν καὶ ἐκάλεσαν τὸν Σαμψων ἐξ οἴκου τῆς φυλακῆς καὶ ἐνέπαιζον αὐτῷ καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν δύο στύλων
26καὶ εἶπεν Σαμψων πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας ἐφ’ οἷς ὁ οἶκος στήκει ἐπ’ αὐτούς καὶ ἐπιστηριχθήσομαι ἐπ’ αὐτούς καὶ εἶπεν Σαμψων πρὸς τὸ παιδάριον τὸν χειραγωγοῦντα αὐτόν ἐπανάπαυσόν με δὴ καὶ ποίησον ψηλαφῆσαί με ἐπὶ τοὺς στύλους ἐφ’ ὧν ὁ οἶκος ἐπεστήρικται ἐπ’ αὐτῶν καὶ ἐπιστηρίσομαι ἐπ’ αὐτούς ὁ δὲ παῖς ἐποίησεν οὕτως
27καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἐπὶ τὸ δῶμα ὡς ἑπτακόσιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παιγνίαις Σαμψων ὁ δὲ οἶκος ἦν πλήρης ἀνδρῶν καὶ γυναικῶν καὶ ἐκεῖ πάντες οἱ σατράπαι τῶν ἀλλοφύλων καὶ ἐπὶ τοῦ δώματος ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες ἐμβλέποντες ἐμπαιζόμενον τὸν Σαμψων
28καὶ ἔκλαυσεν Σαμψων πρὸς κύριον καὶ εἶπεν Αδωναιε κύριε μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο θεέ καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις καὶ ἐβόησεν Σαμψων πρὸς κύριον καὶ εἶπεν κύριε κύριε μνήσθητί μου καὶ ἐνίσχυσόν με δὴ πλὴν ἔτι τὸ ἅπαξ τοῦτο καὶ ἐκδικήσω ἐκδίκησιν μίαν ἀντὶ τῶν δύο ὀφθαλμῶν μου ἐκ τῶν ἀλλοφύλων
29καὶ περιέλαβεν Σαμψων τοὺς δύο κίονας τοῦ οἴκου ἐφ’ οὓς ὁ οἶκος εἱστήκει καὶ ἐπεστηρίχθη ἐπ’ αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ καὶ περιέλαβεν Σαμψων τοὺς δύο στύλους τοὺς μέσους ἐφ’ ὧν ὁ οἶκος ἐπεστήρικτο ἐπ’ αὐτῶν καὶ ἐπεστηρίσατο ἐπ’ αὐτοῖς ἕνα ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα ἐν τῇ ἀριστερᾷ αὐτοῦ
30καὶ εἶπεν Σαμψων ἀποθανέτω ψυχή μου μετὰ ἀλλοφύλων καὶ ἐβάσταξεν ἐν ἰσχύι καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ καὶ ἦσαν οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ καὶ εἶπεν Σαμψων ἀποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων καὶ ἔκλινεν ἐν ἰσχύι καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ καὶ ἐγένοντο οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ πλείους ὑπὲρ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ
31καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη