1καὶ ἐγένετο μεθ’ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν καὶ εἶπεν εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸ ταμιεῖον καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν καὶ ἐγένετο μεθ’ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναῖκα αὐτοῦ φέρων ἔριφον αἰγῶν καὶ εἶπεν εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸν κοιτῶνα καὶ οὐκ ἀφῆκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν πρὸς αὐτήν
2καὶ εἶπεν ὁ πατὴρ αὐτῆς λέγων εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα αὐτῆς ἀγαθωτέρα ὑπὲρ αὐτήν ἔστω δή σοι ἀντὶ αὐτῆς καὶ εἶπεν ὁ πατὴρ αὐτῆς εἴπας εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν τῷ συνεταίρῳ σου οὐκ ἰδοὺ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα κρείσσων αὐτῆς ἐστιν ἔστω δή σοι ἀντὶ αὐτῆς
3καὶ εἶπεν αὐτοῖς Σαμψων ἠθῴωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων ὅτι ποιῶ ἐγὼ μετ’ αὐτῶν πονηρίαν καὶ εἶπεν αὐτῷ Σαμψων ἀθῷός εἰμι τὸ ἅπαξ ἀπὸ τῶν ἀλλοφύλων ὅτι ἐγὼ ποιῶ μεθ’ ὑμῶν κακά
4καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ ἐπέστρεψεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων καὶ ἔδησεν καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ συνέδησεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων ἐν τῷ μέσῳ
5καὶ ἐξέκαυσεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσιν τῶν ἀλλοφύλων καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας καὶ ἐξῆψεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν εἰς τὰ δράγματα τῶν ἀλλοφύλων καὶ ἐνεπύρισεν τοὺς στάχυας καὶ τὰ προτεθερισμένα ἀπὸ στοιβῆς καὶ ἕως ἑστῶτος καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας
6καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα καὶ εἶπαν Σαμψων ὁ νυμφίος τοῦ Θαμνι ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα καὶ εἶπαν Σαμψων ὁ γαμβρὸς τοῦ Θαμναθαίου ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ συνεταίρῳ αὐτοῦ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνεπύρισαν τὴν οἰκίαν τοῦ πατρὸς αὐτῆς καὶ αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί
7καὶ εἶπεν αὐτοῖς Σαμψων ἐὰν ποιήσητε οὕτως ταύτην ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμῖν καὶ ἔσχατον κοπάσω καὶ εἶπεν αὐτοῖς Σαμψων ἐὰν ποιήσητε οὕτως οὐκ εὐδοκήσω ἀλλὰ τὴν ἐκδίκησίν μου ἐξ ἑνὸς καὶ ἑκάστου ὑμῶν ποιήσομαι
8καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας Ηταμ καὶ ἐπάταξεν αὐτοὺς ἐπὶ μηρὸν πληγὴν μεγάλην καὶ κατέβη καὶ κατῴκει παρὰ τῷ χειμάρρῳ ἐν τῷ σπηλαίῳ Ηταμ
9καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ιουδα καὶ ἐξερρίφησαν ἐν Λευι καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενεβάλοσαν ἐπὶ τὸν Ιουδαν καὶ ἐξερρίφησαν ἐν Λεχι
10καὶ εἶπαν ἀνὴρ Ιουδα εἰς τί ἀνέβητε ἐφ’ ἡμᾶς καὶ εἶπον οἱ ἀλλόφυλοι δῆσαι τὸν Σαμψων ἀνέβημεν καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν καὶ εἶπαν αὐτοῖς πᾶς ἀνὴρ Ιουδα ἵνα τί ἀνέβητε ἐφ’ ἡμᾶς καὶ εἶπαν οἱ ἀλλόφυλοι δῆσαι τὸν Σαμψων καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν
11καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ Ιουδα εἰς τρυμαλιὰν πέτρας Ηταμ καὶ εἶπαν τῷ Σαμψων οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν καὶ τί τοῦτο ἐποίησας ἡμῖν καὶ εἶπεν αὐτοῖς Σαμψων ὃν τρόπον ἐποίησάν μοι οὕτως ἐποίησα αὐτοῖς καὶ κατέβησαν τρεῖς χιλιάδες ἀνδρῶν ἐξ Ιουδα ἐπὶ τὴν ὀπὴν τῆς πέτρας Ηταμ καὶ εἶπαν πρὸς Σαμψων οὐκ οἶδας ὅτι ἄρχουσιν ἡμῶν οἱ ἀλλόφυλοι καὶ ἵνα τί ταῦτα ἐποίησας ἡμῖν καὶ εἶπεν αὐτοῖς Σαμψων καθὼς ἐποίησαν ἡμῖν οὕτως ἐποίησα αὐτοῖς
12καὶ εἶπαν αὐτῷ δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων καὶ εἶπεν αὐτοῖς Σαμψων ὀμόσατέ μοι μήποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς καὶ εἶπαν αὐτῷ τοῦ δῆσαί σε κατέβημεν καὶ παραδοῦναί σε εἰς χεῖρας ἀλλοφύλων καὶ εἶπεν αὐτοῖς Σαμψων ὀμόσατέ μοι μὴ ἀποκτεῖναί με ὑμεῖς καὶ παράδοτέ με αὐτοῖς μήποτε ἀπαντήσητε ὑμεῖς ἐν ἐμοί
13καὶ εἶπον αὐτῷ λέγοντες οὐχί ὅτι ἀλλ’ ἢ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν καὶ θανάτῳ οὐ θανατώσομέν σε καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοῖς καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης καὶ ὤμοσαν αὐτῷ λέγοντες οὐχί ἀλλὰ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε εἰς χεῖρας αὐτῶν θανάτῳ δὲ οὐ θανατώσομέν σε καὶ ἔδησαν αὐτὸν δύο καλωδίοις καινοῖς καὶ ἀνήγαγον αὐτὸν ἐκ τῆς πέτρας
14καὶ ἦλθον ἕως σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ὃ ἐξεκαύθη ἐν πυρί καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ καὶ αὐτὸς ἦλθεν ἕως Σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν εἰς ἀπάντησιν αὐτοῦ καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ καὶ κατηύθυνεν ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ ἐγένοντο τὰ καλώδια τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ἡνίκα ἂν ὀσφρανθῇ πυρός καὶ διελύθησαν οἱ δεσμοὶ ἀπὸ τῶν βραχιόνων αὐτοῦ
15καὶ εὗρεν σιαγόνα ὄνου ἐκρεριμμένην καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας καὶ εὗρεν σιαγόνα ὄνου ἐρριμμένην ἐν τῇ ὁδῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας
16καὶ εἶπεν Σαμψων ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας καὶ εἶπεν Σαμψων ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας
17καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον ἀναίρεσις σιαγόνος καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν καὶ ἔρριψεν τὴν σιαγόνα ἀπὸ τῆς χειρὸς αὐτοῦ καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος
18καὶ ἐδίψησεν σφόδρα καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἶπεν σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων καὶ ἐδίψησεν σφόδρα καὶ ἐβόησεν πρὸς κύριον καὶ εἶπεν σὺ ἔδωκας ἐν χειρὶ τοῦ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην καὶ νῦν ἀποθανοῦμαι ἐν δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων
19καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ καὶ ἔπιεν καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησεν διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς πηγὴ τοῦ ἐπικαλουμένου ἥ ἐστιν ἐν σιαγόνι ἕως τῆς ἡμέρας ταύτης καὶ ἤνοιξεν ὁ θεὸς τὸ τραῦμα τῆς σιαγόνος καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδατα καὶ ἔπιεν καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ καὶ ἀνέψυξεν διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ ἐπίκλητος σιαγόνος ἕως τῆς ἡμέρας ταύτης
20καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων ἔτη εἴκοσι