Home
Read
Septuagint
Psalms
66
Loading...
Read
LXX
Psalms 66
Compare
Psalms
Chapter 66 of 150
1
εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς ᾠδῆς
2
ὁ θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς διάψαλμα
3
τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου
4
ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
5
εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις διάψαλμα
6
ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
7
γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν
8
εὐλογήσαι ἡμᾶς ὁ θεός καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς
Previous
Next
Use arrow keys to navigate between chapters