1Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν ἑστιατορίαν μεγάλην τοῖς ἑταίροις αὐτοῦ καὶ ἔπινεν οἶνον Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος καὶ πίνων
2καὶ ἀνυψώθη ἡ καρδία αὐτοῦ καὶ εἶπεν ἐνέγκαι τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ τοῦ οἴκου τοῦ θεοῦ ἃ ἤνεγκε Ναβουχοδονοσορ ὁ πατὴρ αὐτοῦ ἀπὸ Ιερουσαλημ καὶ οἰνοχοῆσαι ἐν αὐτοῖς τοῖς ἑταίροις αὐτοῦ Βαλτασαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ιερουσαλημ καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ
3καὶ ἠνέχθη καὶ ἔπινον ἐν αὐτοῖς καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκεν ἐκ τοῦ ναοῦ τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ
4καὶ ηὐλόγουν τὰ εἴδωλα τὰ χειροποίητα αὐτῶν καὶ τὸν θεὸν τοῦ αἰῶνος οὐκ εὐλόγησαν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ πνεύματος αὐτῶν ἔπινον οἶνον καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους
5ἐν αὐτῇ τῇ ὥρᾳ ἐκείνῃ ἐξῆλθον δάκτυλοι ὡσεὶ χειρὸς ἀνθρώπου καὶ ἔγραψαν ἐπὶ τοῦ τοίχου τοῦ οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ φωτὸς ἔναντι τοῦ βασιλέως Βαλτασαρ καὶ εἶδε χεῖρα γράφουσαν ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης
6καὶ ἡ ὅρασις αὐτοῦ ἠλλοιώθη καὶ φόβοι καὶ ὑπόνοιαι αὐτὸν κατέσπευδον ἔσπευσεν οὖν ὁ βασιλεὺς καὶ ἐξανέστη καὶ ἑώρα τὴν γραφὴν ἐκείνην καὶ οἱ συνεταῖροι κύκλῳ αὐτοῦ ἐκαυχῶντο τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο
7καὶ ὁ βασιλεὺς ἐφώνησε φωνῇ μεγάλῃ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ φαρμακοὺς καὶ Χαλδαίους καὶ γαζαρηνοὺς ἀπαγγεῖλαι τὸ σύγκριμα τῆς γραφῆς καὶ εἰσεπορεύοντο ἐπὶ θεωρίαν ἰδεῖν τὴν γραφήν καὶ τὸ σύγκριμα τῆς γραφῆς οὐκ ἐδύναντο συγκρῖναι τῷ βασιλεῖ τότε ὁ βασιλεὺς ἐξέθηκε πρόσταγμα λέγων πᾶς ἀνήρ ὃς ἂν ὑποδείξῃ τὸ σύγκριμα τῆς γραφῆς στολιεῖ αὐτὸν πορφύραν καὶ μανιάκην χρυσοῦν περιθήσει αὐτῷ καὶ δοθήσεται αὐτῷ ἐξουσία τοῦ τρίτου μέρους τῆς βασιλείας καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύι τοῦ εἰσαγαγεῖν μάγους Χαλδαίους γαζαρηνοὺς καὶ εἶπεν τοῖς σοφοῖς Βαβυλῶνος ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν γνωρίσῃ μοι πορφύραν ἐνδύσεται καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει
8καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοὶ καὶ φαρμακοὶ καὶ γαζαρηνοί καὶ οὐκ ἠδύνατο οὐδεὶς τὸ σύγκριμα τῆς γραφῆς ἀπαγγεῖλαι καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ
9τότε ὁ βασιλεὺς ἐκάλεσε τὴν βασίλισσαν περὶ τοῦ σημείου καὶ ὑπέδειξεν αὐτῇ ὡς μέγα ἐστί καὶ ὅτι πᾶς ἄνθρωπος οὐ δύναται ἀπαγγεῖλαι τῷ βασιλεῖ τὸ σύγκριμα τῆς γραφῆς καὶ ὁ βασιλεὺς Βαλτασαρ πολὺ ἐταράχθη καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐπ’ αὐτῷ καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο
10τότε ἡ βασίλισσα ἐμνήσθη πρὸς αὐτὸν περὶ τοῦ Δανιηλ ὃς ἦν ἐκ τῆς αἰχμαλωσίας τῆς Ιουδαίας καὶ εἰσῆλθεν ἡ βασίλισσα εἰς τὸν οἶκον τοῦ πότου καὶ εἶπεν βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω
11καὶ εἶπε τῷ βασιλεῖ ὁ ἄνθρωπος ἐπιστήμων ἦν καὶ σοφὸς καὶ ὑπερέχων πάντας τοὺς σοφοὺς Βαβυλῶνος ἔστιν ἀνὴρ ἐν τῇ βασιλείᾳ σου ἐν ᾧ πνεῦμα θεοῦ καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ καὶ ὁ βασιλεὺς Ναβουχοδονοσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν μάγων Χαλδαίων γαζαρηνῶν κατέστησεν αὐτόν
12καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ ἐστι καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου τοῦ βασιλέως συγκρίματα ὑπέρογκα ὑπέδειξε Ναβουχοδονοσορ τῷ πατρί σου ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ καὶ φρόνησις καὶ σύνεσις συγκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρατούμενα καὶ λύων συνδέσμους Δανιηλ καὶ ὁ βασιλεὺς ἐπέθηκεν αὐτῷ ὄνομα Βαλτασαρ νῦν οὖν κληθήτω καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι
13τότε Δανιηλ εἰσήχθη πρὸς τὸν βασιλέα καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν αὐτῷ τότε Δανιηλ εἰσήχθη ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ σὺ εἶ Δανιηλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας ἧς ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου
14ἤκουσα περὶ σοῦ ὅτι πνεῦμα θεοῦ ἐν σοί καὶ γρηγόρησις καὶ σύνεσις καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί
15καὶ νῦν εἰσῆλθον ἐνώπιόν μου οἱ σοφοί μάγοι γαζαρηνοί ἵνα τὴν γραφὴν ταύτην ἀναγνῶσιν καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσωσίν μοι καὶ οὐκ ἠδυνήθησαν ἀναγγεῖλαί μοι
16ὦ Δανιηλ δύνῃ μοι ὑποδεῖξαι τὸ σύγκριμα τῆς γραφῆς καὶ στολιῶ σε πορφύραν καὶ μανιάκην χρυσοῦν περιθήσω σοι καὶ ἕξεις ἐξουσίαν τοῦ τρίτου μέρους τῆς βασιλείας μου καὶ ἐγὼ ἤκουσα περὶ σοῦ ὅτι δύνασαι κρίματα συγκρῖναι νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ἀναγνῶναι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι πορφύραν ἐνδύσῃ καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τὸν τράχηλόν σου καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις
17τότε Δανιηλ ἔστη κατέναντι τῆς γραφῆς καὶ ἀνέγνω καὶ οὕτως ἀπεκρίθη τῷ βασιλεῖ αὕτη ἡ γραφή ἠρίθμηται κατελογίσθη ἐξῆρται καὶ ἔστη ἡ γράψασα χείρ καὶ αὕτη ἡ σύγκρισις αὐτῶν τότε ἀπεκρίθη Δανιηλ καὶ εἶπεν ἐνώπιον τοῦ βασιλέως τὰ δόματά σου σοὶ ἔστω καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσω σοι
18βασιλεῦ ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν Ναβουχοδονοσορ τῷ πατρί σου
19καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοί φυλαί γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ οὓς ἠβούλετο αὐτὸς ἀνῄρει καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτεν καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου
20καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπ’ αὐτοῦ
21καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη καὶ μετὰ ὀνάγρων ἡ κατοικία αὐτοῦ καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν
22καὶ σὺ ὁ υἱὸς αὐτοῦ Βαλτασαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον οὗ πάντα ταῦτα ἔγνως
23βασιλεῦ σὺ ἐποιήσω ἑστιατορίαν τοῖς φίλοις σου καὶ ἔπινες οἶνον καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ θεοῦ τοῦ ζῶντος ἠνέχθη σοι καὶ ἐπίνετε ἐν αὐτοῖς σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ ᾐνέσατε πάντα τὰ εἴδωλα τὰ χειροποίητα τῶν ἀνθρώπων καὶ τῷ θεῷ τῷ ζῶντι οὐκ εὐλογήσατε καὶ τὸ πνεῦμά σου ἐν τῇ χειρὶ αὐτοῦ καὶ τὸ βασίλειόν σου αὐτὸς ἔδωκέ σοι καὶ οὐκ εὐλόγησας αὐτὸν οὐδὲ ᾔνεσας αὐτῷ καὶ ἐπὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ὑψώθης καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκαν ἐνώπιόν σου καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους οἳ οὐ βλέπουσιν καὶ οὐκ ἀκούουσιν καὶ οὐ γινώσκουσιν ᾔνεσας καὶ τὸν θεόν οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου αὐτὸν οὐκ ἐδόξασας
24διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν
25καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη μανη θεκελ φαρες
26τοῦτο τὸ σύγκριμα τῆς γραφῆς ἠρίθμηται ὁ χρόνος σου τῆς βασιλείας ἀπολήγει ἡ βασιλεία σου συντέτμηται καὶ συντετέλεσται ἡ βασιλεία σου τοῖς Μήδοις καὶ τοῖς Πέρσαις δίδοται τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος μανη ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν
27θεκελ ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα
28φαρες διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις
29τότε Βαλτασαρ ὁ βασιλεὺς ἐνέδυσε τὸν Δανιηλ πορφύραν καὶ μανιάκην χρυσοῦν περιέθηκεν αὐτῷ καὶ ἔδωκεν ἐξουσίαν αὐτῷ τοῦ τρίτου μέρους τῆς βασιλείας αὐτοῦ καὶ εἶπεν Βαλτασαρ καὶ ἐνέδυσαν τὸν Δανιηλ πορφύραν καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐκήρυξεν περὶ αὐτοῦ εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ
30καὶ τὸ σύγκριμα ἐπῆλθε Βαλτασαρ τῷ βασιλεῖ καὶ τὸ βασίλειον ἐξῆρται ἀπὸ τῶν Χαλδαίων καὶ ἐδόθη τοῖς Μήδοις καὶ τοῖς Πέρσαις ἐν αὐτῇ τῇ νυκτὶ ἀναιρέθη Βαλτασαρ ὁ βασιλεὺς ὁ Χαλδαίων